εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων τοῦ λέξαντος χαίρει μᾶλλον τοῖς σοῖς ἄχεσιν καθυβρίζων. τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοι· κατὰ δʼ ἄν τις ἐμοῦ τοιαῦτα λέγων οὐκ ἂν πείθοι. πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει. βάθει L As rec Suid. Stob.: βάρει A rec βοτὰ : βωτὰ L αἴθωνι : αἴθονι Lc πᾶσιν Ὀδυσσεύς A rec : πάντων Ὀδυσσεύς L Pal s : πάντων Ὀδυσεύς Nauck εὔπειστα L A rec : εὔπιστα Lb (ut videtur) rec πᾶς ] πως Lac τοῖς L2 A : τὸ L ἁμάρτοι A rec Σ : ἀμάρτοις L (σ atramento oblitteratum) Suid. v. κλύει : ἁμάρτῃ Lb καίτοι σμικροὶ μεγάλων χωρὶς σφαλερὸν πύργου ῥῦμα πέλονται· μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων. ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους τούτων γνώμας προδιδάσκειν. ὑπὸ τοιούτων ἀνδρῶν θορυβῇ χἡμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼ ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ. ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν, παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι· μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντες τάχʼ ἄν, ἐξαίφνης εἰ σὺ φανείης, σιγῇ πτήξειαν ἄφωνοι. ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις, ὦ μεγάλα φάτις, ὦ μᾶτερ αἰσχύνας ἐμᾶς, ὥρ- μασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας, ἦ πού τινος νίκας ἀκάρπωτον χάριν, ἤ ῥα κλυτῶν ἐνάρων ψευσθεῖσʼ, ἀδώροις εἴτʼ ἐλαφαβολίαις; ἢ χαλκοθώραξ εἴ τινʼ Ἐνυάλιος μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις