τάφου μὲν ὀκνῶ τοῦδʼ ἐπιψαύειν ἐᾶν, μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ· τὰ δʼ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν. ἐγὼ δὲ τἀμὰ πάντα πορσυνῶ· σὺ δὲ ἀνὴρ καθʼ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο. Ὀδυσσεύς ἀλλʼ ἤθελον μέν· εἰ δὲ μή ʼστί σοι φίλον πράσσειν τάδʼ ἡμᾶς, εἶμʼ ἐπαινέσας τὸ σόν. Τεῦκρος ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται χρόνος. ἀλλʼ οἱ μὲν κοίλην κάπετον ἦ corr. Elmsley : ἦν codd. : ὅσων Porson : ὅσον codd. (ὅσωι Ls ) Λαέρτου : Λαρτίου rec ξύμπρασσε corr. Brunck : ξύμπραττε codd. : τἀμὰ πάντα Rauchenstein : τἄλλα πάντα codd. : ταῦτα πάντα Schneidewin : τἀλλείποντα Housman χερσὶ ταχύνετε, τοὶ δʼ ὑψίβατον τρίποδʼ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθʼ ἐπίκαιρον· μία δʼ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω. παῖ, σὺ δὲ πατρός γʼ, ὅσον ἰσχύεις, φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ τάσδʼ ἐπικούφιζʼ· ἔτι γὰρ θερμαὶ σύριγγες ἄνω φυσῶσι μέλαν μένος. ἀλλʼ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ φησὶ παρεῖναι, σούσθω, βάτω, τῷδʼ ἀνδρὶ πονῶν τῷ πάντʼ ἀγαθῷ κοὐδενί πω λῴονι θνητῶν Αἴαντος, ὅτʼ ἦν, τότε φωνῶ. Χορός ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν γνῶναι· πρὶν ἰδεῖν δʼ οὐδεὶς μάντις τῶν μελλόντων ὅ τι πράξει.