ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν; Ὀδυσσεύς ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδʼ ἵξομαι. Ἀγαμέμνων ἦ πάνθʼ ὁμοῖα· πᾶς ἀνὴρ αὑτῷ πονεῖ. Ὀδυσσεύς τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ʼμαυτῷ πονεῖν; Ἀγαμέμνων σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται. Ὀδυσσεύς ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γʼ ἔσῃ. Ἀγαμέμνων ἀλλʼ εὖ γε μέντοι τοῦτʼ ἐπίστασʼ, ὡς ἐγὼ σοὶ μὲν νέμοιμʼ ἂν τῆσδε καὶ μείζω χάριν, οὗτος δὲ κἀκεῖ κἀνθάδʼ ὢν ἔμοιγʼ ὁμῶς ἔχθιστος ἔσται. σοὶ δὲ δρᾶν ἔξεσθʼ ἃ χρῇς. πρὸς ἐμβῆναί corr. Blaydes : προσεμβῆναι codd. : τὸν ἐσθλὸν ἄνδρα : τὸν ἐσθλὸν ἄνδρα χρὴ κλύειν Eustath. 800, 9 , Cramer A. P. iii, p. 87, 5 ἁνήρ : ἀνήρ codd. ποήσεις rec : ποιήσεις L Α rec κινεῖ scripsi : νικᾷ codd. πολύ ] πλέον Lips b rec-gl cuius fontem apud Eustath. 842, 10 reperias βροτῶν L Σ1 rec : βροτοῖς Ls Α rec et fort. Σ ὁμοῖα L2c Α rec : ὅμοια Lac rec post ὁμοῖα hodiernorum distinxit primus Dobree : antquos eadem suasisse docet schol. rec (L) σὸν ἆρα : σόν γʼ ἄρα Porson : σὸν γὰρ ἅρα rec πανταχῇ : πανταχοῦ Α rec γʼ om. Lac rec ὁμῶς ] ὅμως Lab rec χρῇς Dindorf : χρὴ codd. Χορός ὅστις σʼ, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστʼ ἀνήρ. Ὀδυσσεύς καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδʼ ἀγγέλλομαι, ὅσον τότʼ ἐχθρὸς ἦ, τοσόνδʼ εἶναι φίλος. καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω, καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς. Τεῦκρος ἄριστʼ Ὀδυσσεῦ, πάντʼ ἔχω σʼ ἐπαινέσαι λόγοισι· καί μʼ ἔψευσας ἐλπίδος πολύ. τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ μόνος παρέστης χερσίν, οὐδʼ ἔτλης παρὼν θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα, ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν αὐτός τε χὡ ξύναιμος ἠθελησάτην λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ. τοιγάρ σφʼ Ὀλύμπου τοῦδʼ ὁ πρεσβεύων πατὴρ μνήμων τʼ Ἐρινὺς καὶ τελεσφόρος Δίκη κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως. σὲ δʼ, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,