μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν. κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ, ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων, ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶ οὐκ οὖν ἀτιμάσαιμʼ ἄν, ὥστε μὴ λέγειν ἕνʼ ἄνδρʼ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως. ὥστʼ οὐκ ἂν ἐνδίκως γʼ ἀτιμάζοιτό σοι· οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους φθείροις ἄν. ἄνδρα δʼ οὐ δίκαιον, εἰ θάνοι, βλάπτειν τὸν ἐσθλόν, οὐδʼ ἐὰν μισῶν κυρῇς. Ἀγαμέμνων σὺ ταῦτʼ, Ὀδυσσεῦ, τοῦδʼ ὑπερμαχεῖς ἐμοί; Teucro tribuit L Teucro tribuunt L Α rec et ut opinor Σ ξυνηρετεῖν Lobeck : ξυνηρετμεῖν L Α rec Σ : ξυνηρεμεῖν rec εἴπʼ· ἦ γὰρ Lc Α rec : ἐπεί γʼ ἂν Lac : εἴπʼ ἦ γʼ ἂν L2 rec ʼκράτησα : κράτησα L Α rec ἔμπας : ἔμπης rec οὐκ οὖν ἀτιμάσαιμʼ Lc : οὔκουν ἀτιμάσαιμʼ Α rec : οὐκ ἂν ἀτιμάσαιμʼ Lac rec : οὐκ ἂν γʼ ἀτιμάσαιμʼ T : οὐκ ἀντατιμάσαιμʼ Bothe : οὔ τὰν ἀτιμάσαιμʼ Elmsley γʼ om. rec Ὀδυσσεύς ἔγωγʼ· ἐμίσουν δʼ, ἡνίκʼ ἦν μισεῖν καλόν. Ἀγαμέμνων οὐ γὰρ θανόντι καὶ πρὸς ἐμβῆναί σε χρή; Ὀδυσσεύς μὴ χαῖρʼ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς. Ἀγαμέμνων τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον. Ὀδυσσεύς ἀλλʼ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν. Ἀγαμέμνων κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει. Ὀδυσσεύς παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος. Ἀγαμέμνων μέμνησʼ ὁποίῳ φωτὶ τὴν χάριν δίδως. Ὀδυσσεύς ὅδʼ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτʼ ἦν. Ἀγαμέμνων τί ποτε ποήσεις; ἐχθρὸν ὧδʼ αἰδῇ νέκυν; Ὀδυσσεύς κινεῖ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ. Ἀγαμέμνων τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν. Ὀδυσσεύς ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί. Ἀγαμέμνων τοιούσδʼ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους; Ὀδυσσεύς σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ. Ἀγαμέμνων ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς. Ὀδυσσεύς ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.