πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν. ὡς εἴ με πημανεῖς τι, βουλήσῃ ποτὲ καὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς. Χορός ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς, εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει. ποῖ ] ποῦ T αὐτὰ rec : αὐτὸς L A αὐτὸς ] αὖθις Σγρ φιτύσας : φιτεύσας rec : φυτεύσας L A rec πατὴρ ] σʼ Ἀτρεὺς Hermann : σʼ ἀνὴρ G. Wolff δώρημʼ ἐκείνῳ : δώρημα κείνῳ L rec ʼδωκεν : δῶκεν codd. γόνος ] τόκος rec ἄριστος : ἀριστεὺς : Porson ἀριστέοιν L (ex ἀριστέων factum) συγκειμένους : συνεμπόρος Σγρ ὑπερπονουμένῳ : ὑπερ πονουμένους Σγρ τοῦ σοῦ γʼ ὁμαίμονος Bothe τοῦ σοῦ θʼ ὁμαίμονος codd. : τοῦ σοῦ ξυναίμονος Dindorf : σοῦ τοῦ θʼ ὁμαίμονος Bergk Ὀδυσσεύς τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ. Ἀγαμέμνων οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους, ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως; Ὀδυσσεύς ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά. Ἀγαμέμνων ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με. Ὀδυσσεύς τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν; Ἀγαμέμνων οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ. Ὀδυσσεύς ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν; Ἀγαμέμνων εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ φίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω. Ὀδυσσεύς ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν μὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν· μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν. κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ, ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων, ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶ οὐκ οὖν ἀτιμάσαιμʼ ἄν, ὥστε μὴ λέγειν