ἆρʼ ὧδʼ ἄριστος ἐξ ἀριστέοιν δυοῖν βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος, οὓς νῦν σὺ τοιοῖσδʼ ἐν πόνοισι κειμένους ὠθεῖς ἀθάπτους, οὐδʼ ἐπαισχύνῃ λέγων; εὖ νυν τόδʼ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που, βαλεῖτε χἡμᾶς τρεῖς ὁμοῦ συγκειμένους. ἐπεὶ καλόν μοι τοῦδʼ ὑπερπονουμένῳ θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ γυναικός, ἢ τοῦ σοῦ γʼ ὁμαίμονος λέγω; πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν. ὡς εἴ με πημανεῖς τι, βουλήσῃ ποτὲ καὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς. Χορός ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς, εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει. ποῖ ] ποῦ T αὐτὰ rec : αὐτὸς L A αὐτὸς ] αὖθις Σγρ φιτύσας : φιτεύσας rec : φυτεύσας L A rec πατὴρ ] σʼ Ἀτρεὺς Hermann : σʼ ἀνὴρ G. Wolff δώρημʼ ἐκείνῳ : δώρημα κείνῳ L rec ʼδωκεν : δῶκεν codd. γόνος ] τόκος rec ἄριστος : ἀριστεὺς : Porson ἀριστέοιν L (ex ἀριστέων factum) συγκειμένους : συνεμπόρος Σγρ ὑπερπονουμένῳ : ὑπερ πονουμένους Σγρ τοῦ σοῦ γʼ ὁμαίμονος Bothe τοῦ σοῦ θʼ ὁμαίμονος codd. : τοῦ σοῦ ξυναίμονος Dindorf : σοῦ τοῦ θʼ ὁμαίμονος Bergk Ὀδυσσεύς τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ. Ἀγαμέμνων οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους, ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως; Ὀδυσσεύς ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά. Ἀγαμέμνων ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με. Ὀδυσσεύς τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν; Ἀγαμέμνων οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ. Ὀδυσσεύς ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν; Ἀγαμέμνων εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ φίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω. Ὀδυσσεύς ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν μὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν·