ἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους, ἤδη τὸ μηδὲν ὄντας ἐν τροπῇ δορός, ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις πυρὸς φλέγοντος, ἐς δὲ ναυτικὰ σκάφη πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ; τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε, ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί; ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα; χὥτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου, λαχών τε κἀκέλευστος, ἦλθʼ ἐναντίος, οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς, ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφου κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν; ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών, ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς. ταχεῖά τις : ταχεῖα τοῖς rec ἁνὴρ : ἀνὴρ codd. ἐπὶ σμικρὸν λέγων scripsi: ἐπὶ σμικρῶν λόγων L Α rec : ἐπὶ σμικρῶν πόνων T : ἐπὶ σμικρὸν λόγον Reiske : ἐπὶ σμικρῷ λόγῳ Wunder πάντα ταῦτʼ : ταῦτα πάντʼ rec κἀνόητʼ L Α rec : κἀνόνητʼ L2s rec οὗτος ] ἐντὸς rec ἐγκεκλῃμένους corr. Elmsley : ἐγκεκλειμμένους L rec : ἐγκεκλεισμένους A rec ναυτικοῖς : ναυτικοῖς θʼ Bothe : sed vereor ut sana sint omnia οὗ σὺ μή, βῆναι Madvig : οὐδὲ συμβῆναι codd. ἆρʼ ] ἅμʼ Musgrave ἔνδικα : ἢ δίχα Jacobs ἦλθʼ ἐναντίος L (-ος in litura) rec : ἦλθεν ἀντίος A rec δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς; οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα; Ἀτρέα δʼ, ὃς αὖ σʼ ἔσπειρε, δυσσεβέστατον προθέντʼ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων; αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφʼ ᾗ λαβὼν ἐπακτὸν ἄνδρʼ ὁ φιτύσας πατὴρ ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν. τοιοῦτος ὢν τοιῷδʼ ὀνειδίζεις σποράν; ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς, ὅστις στρατοῦ τὰ πρῶτʼ ἀριστεύσας ἐμὴν ἴσχει ξύνευνον μητέρʼ, ἣ φύσει μὲν ἦν βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν δώρημʼ ἐκείνῳ ʼδωκεν Ἀλκμήνης γόνος.