οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν ἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον , ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά; διωμόσω : διωρίσω Σγρ κέκραγας : κέκραγες L rec ποῖ rec : ποῦ L rec ἤρεσκεν : ἥρεσκεν] ἤρκεσεν Lac rec λελειμμένοι ] fort. λελημιμένοι ἀλλʼ οἱ ] οἱ γὰρ Eustath. 880, 2 1253 πλευρὰ rec Stob flor. 3. 5 , Eustath. 1524, 51 : πλευρᾷ Lac πλευρὰν Lc rec : πλευρὰς rec ἀνδρὸς : τἀνδρὸς Wecklein οὐ σωφρονήσεις : οὐκ εὖ φρονήσεις rec σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ· τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω. Χορός εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν· τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι. Τεῦκρος φεῦ, τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται, εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρὸν λέγων, Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις τὴν σὴν προτείνων προύκαμες ψυχὴν δορί· ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα. ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη, οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα ἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους, ἤδη τὸ μηδὲν ὄντας ἐν τροπῇ δορός, ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις πυρὸς φλέγοντος, ἐς δὲ ναυτικὰ σκάφη πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ; τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε, ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί; ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα; χὥτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου, λαχών τε κἀκέλευστος, ἦλθʼ ἐναντίος, οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,