ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι. ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε κατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου, εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν καὶ τοὺς ὄπισθεν ἐς τὸ πρόσθεν ἄξομεν. ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι, ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ. μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται. καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσῃ τινά· ὃς ἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς, θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς. οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν ἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον , ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά; διωμόσω : διωρίσω Σγρ κέκραγας : κέκραγες L rec ποῖ rec : ποῦ L rec ἤρεσκεν : ἥρεσκεν] ἤρκεσεν Lac rec λελειμμένοι ] fort. λελημιμένοι ἀλλʼ οἱ ] οἱ γὰρ Eustath. 880, 2 1253 πλευρὰ rec Stob flor. 3. 5 , Eustath. 1524, 51 : πλευρᾷ Lac πλευρὰν Lc rec : πλευρὰς rec ἀνδρὸς : τἀνδρὸς Wecklein οὐ σωφρονήσεις : οὐκ εὖ φρονήσεις rec σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ· τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω. Χορός εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν· τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι. Τεῦκρος φεῦ, τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται, εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρὸν λέγων, Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις τὴν σὴν προτείνων προύκαμες ψυχὴν δορί· ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα. ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη, οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα