κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν λυγρᾶς corr. Brunck : λυγρὰς codd. αἰὲν νυχίου G. Wolff : ἐννυχίου L A rec : οὖν ἐννυχίου rec ἀνεῖται Lc Α rec : ἀγκεῖται (vel ἄγκειται) Lac : ἔγκειται rec στυγερῷ : στυγερῶς L (altero σ aliqua ex parte eraso) δέ ] τε rec ἀνοιμωκτεὶ L Α rec : ἀνοιμωκτὶ rec Eustath. 723, 28 σέ τοι ] σὲ τὸν τῆς Dresd b αἰχμαλωτίδος : αἰχμαλώτιδος L Α rec ἐκόμπεις rec schol. Ar. Ach. 638 : ἐφώνεις Lc Aac rec : ἐφρόνεις Lac Ac rec Suid. v. ὑψηλοτέρας ναυάρχους : ναυάρχας rec ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω, ἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει. ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά; ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα, ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ; οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε; πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε, εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί, κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς, ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι. ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε κατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου, εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν καὶ τοὺς ὄπισθεν ἐς τὸ πρόσθεν ἄξομεν. ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι, ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ. μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται. καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσῃ τινά· ὃς ἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς, θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.