νῦν δʼ οὗτος ἀνεῖται στυγερῷ δαίμονι. τίς μοι, τίς ἔτʼ οὖν τέρψις ἐπέσται; γενοίμαν ἴνʼ ὑλᾶεν ἔπεστι πόν- του πρόβλημʼ ἁλίκλυστον, ἄ- κραν ὑπὸ πλάκα Σουνίου, τὰς ἱερὰς ὅπως προσεί- ποιμεν Ἀθάνας. Τεῦκρος καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον· δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα. Ἀγαμέμνων σὲ δὴ τὰ δεινὰ ῥήματʼ ἀγγέλλουσί μοι τλῆναι καθʼ ἡμῶν ὧδʼ ἀνοιμωκτεὶ χανεῖν; σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω· ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο ὑψήλʼ ἐκόμπεις κἀπʼ ἄκρων ὡδοιπόρεις, ὅτʼ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ, κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν λυγρᾶς corr. Brunck : λυγρὰς codd. αἰὲν νυχίου G. Wolff : ἐννυχίου L A rec : οὖν ἐννυχίου rec ἀνεῖται Lc Α rec : ἀγκεῖται (vel ἄγκειται) Lac : ἔγκειται rec στυγερῷ : στυγερῶς L (altero σ aliqua ex parte eraso) δέ ] τε rec ἀνοιμωκτεὶ L Α rec : ἀνοιμωκτὶ rec Eustath. 723, 28 σέ τοι ] σὲ τὸν τῆς Dresd b αἰχμαλωτίδος : αἰχμαλώτιδος L Α rec ἐκόμπεις rec schol. Ar. Ach. 638 : ἐφώνεις Lc Aac rec : ἐφρόνεις Lac Ac rec Suid. v. ὑψηλοτέρας ναυάρχους : ναυάρχας rec ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω, ἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει. ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά; ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα, ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ; οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε; πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε, εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί, κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,