ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νιν δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ, ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ, οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν. ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν. Ἀθήνα τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον μηδέν ποτʼ εἴπῃς αὐτὸς ἐς θεοὺς ἔπος, μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέον ἕστηκεν : ἔστηκεν L A ἔγωγʼ· : ἐγὼ δʼ (ἐγώ δʼ Γ ) Zonar. ii. 1448 κερδάνῃς : κερδαινεῖς (κερδανεῖς A ) L2 rec ἑρκείου corr. Elmsley : ἑρκίου codd. Σ Suid. v. ἑρκεῖος Ζεύς θάνῃ ] φανῇ Bothe ἐγώ σʼ rec et fort. A : ἔγωγέ σʼ L Σʼ rec ἥδε ] ὧδε rec ἐννοεῖς : ἐννέπεις Σγρ ὅση : ὅσηι L ἔμπας Σ : ἔμπης codd. personae notam add. L2 ὑπέρκοπον : ὑπέρκομπον rec ἄρῃ (vel ἄρη) L A rec Stob. flor. 22.20 Suidae v. εἴδωλον B : αἴρη Suidae v. εἴδωλον A V : ἄρης rec : ἄρῃς vulgo apud Suidam ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς. Χορός Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω· σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ, μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι πτηνῆς ὡς ὄμμα πελείας. ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς μεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶς ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν βοτὰ καὶ λείαν, ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή, κτείνοντʼ αἴθωνι σιδήρῳ. τοιούσδε λόγους ψιθύρους πλάσσων εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς, καὶ σφόδρα πείθει. περὶ γὰρ σοῦ νῦν