ὑμεῖς τε μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλας παρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μόλω τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ. Χορός τίς ἄρα νέατος ἐς πότε λή- ξει πολυπλάγκτων ἐτέων ἀριθμός, τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοή- των μόχθων ἄταν ἐπάγων τάνδʼ ἀνʼ εὐρυεδῆ Τροίαν, δύστανον ὄνειδος Ἑλλάνων; ὄφελε πρότερον αἰθέρα δῦ- ναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅ- πλων Ἕλλασιν κοινὸν Ἄρη. ὦ πόνοι πρόγονοι πόνων. κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους. ἐκεῖνος οὔτε στεφάνων οὔτε βαθειᾶν κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν, οὔτε γλυκὺν αὐλῶν ὄτοβον δύσμορος οὔτʼ ἐννυχίαν τέρψιν ἰαύειν· ἐρώτων δʼ ἐρώτων ἀπέπαυσεν, ὤ- τε ] δὲ Blaydes μόλω : μολὼν Etym. M. p. 382, 5 μεληθεὶς : μεληθῶ Etym. M. p. 382, 5 πολυπλάγκτων L rec : πολυπλάκτων A rec : πολυστρόφων A2 δορυσσοήτῶν L Lbac : δορυσσόντων A rec Suid. s. v. ἀνʼ εὐρυεδῆ Τροίαν : ἀνὰ τὰν (τὴν A rec ) εὐρώδη Τροίαν codd. (post Τροίαν add. ἠνεμόεσσαν rec : corr. Lobeck (εὐρυεδῆ Musgrave): ἀν τὰν εὐρώδεα Τρωίαν Ahrens : ἀνʼ ἀερώδεα Τρωΐαν G. Wolff (secundum Σ qui σκοτεινὴν καὶ ἀερώδεα τοῖς Ἕλλησι habet) Τροίαν ] fort. χθόνα ὄφελε rec : ὤφελε L Α rec Σ rec Suid. s. v. ἁνήρ : ἀνήρ codd. rec Suid. ἔδειξεν : ἔδειξʼ T ὦ T : ἰὼ cett. ἐκεῖνος ] κεῖνος rec οὔτε ] οὐ Hermann ὄτοβον : ὄττοβον Ls As rec ἐρώτων δʼ ἐρώτων T : ἐρώτω· GRC:???unclear in scan ώτων δʼ L Α rec μοι. κεῖμαι δʼ ἀμέριμνος οὕ- τως, ἀεὶ πυκιναῖς δρόσοις τεγγόμενος κόμας, λυγρᾶς μνήματα Τροίας. καὶ πρὶν μὲν αἰὲν νυχίου δείματος ἦν μοι προβολὰ καὶ βελέων θούριος Αἴας·