βίᾳ σʼ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος, αὔτως ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον. ὤνθρωπε L rec ἄνθρωπε Α rec Eustath. 681, 6 δρᾶ : δρᾶι L Α rec κολάζειν Lac rec Stob. flor. 2.28 : κολάζων Lc A πάρα Lc Α rec : παρῇ Lac rec Stob. πλησίοι : πλησίον rec περιστελοῦντε : περιστελοῦντες rec ἱκτήριον : ἱκετήριον Lb αὔτως L : αὕτως Α rec ἔχʼ αὐτόν, παῖ, καὶ φύλασσε, μηδέ σε κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου. ὑμεῖς τε μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλας παρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μόλω τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ. Χορός τίς ἄρα νέατος ἐς πότε λή- ξει πολυπλάγκτων ἐτέων ἀριθμός, τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοή- των μόχθων ἄταν ἐπάγων τάνδʼ ἀνʼ εὐρυεδῆ Τροίαν, δύστανον ὄνειδος Ἑλλάνων; ὄφελε πρότερον αἰθέρα δῦ- ναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅ- πλων Ἕλλασιν κοινὸν Ἄρη. ὦ πόνοι πρόγονοι πόνων. κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους. ἐκεῖνος οὔτε στεφάνων οὔτε βαθειᾶν κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν, οὔτε γλυκὺν αὐλῶν ὄτοβον δύσμορος οὔτʼ ἐννυχίαν τέρψιν ἰαύειν·