κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ ὀργήν θʼ ὁμοῖος εἶπε τοιοῦτον λόγον, ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς· εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος. τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών. ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ, οὐδείς ποτʼ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην; Μενέλαος ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα. Τεῦκρος ἄφερπέ νυν. κἀμοὶ γὰρ αἴσχιστον κλύειν ἀνδρὸς ματαίου φλαῦρʼ ἔπη μυθουμένου. Χορός ἔσται μεγάλης ἔριδός τις ἀγών. ἀλλʼ ὡς δύνασαι, Τεῦκρε, ταχύνας σπεῦσον κοίλην κάπετόν τινʼ ἰδεῖν τῷδʼ, ἔνθα βροτοῖς τὸν ἀείμνηστον τάφον εὐρώεντα καθέξει. Τεῦκρος καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή, τάφον περιστελοῦντε δυστήνου νεκροῦ. ὦ παῖ, πρόσελθε δεῦρο, καὶ σταθεὶς πέλας ἱκέτης ἔφαψαι πατρός, ὅς σʼ ἐγείνατο. θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ βίᾳ σʼ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος, αὔτως ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον. ὤνθρωπε L rec ἄνθρωπε Α rec Eustath. 681, 6 δρᾶ : δρᾶι L Α rec κολάζειν Lac rec Stob. flor. 2.28 : κολάζων Lc A πάρα Lc Α rec : παρῇ Lac rec Stob. πλησίοι : πλησίον rec περιστελοῦντε : περιστελοῦντες rec ἱκτήριον : ἱκετήριον Lb αὔτως L : αὕτως Α rec ἔχʼ αὐτόν, παῖ, καὶ φύλασσε, μηδέ σε κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.