χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν. Τεῦκρος ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων, γʼ Α rec : τʼ L rec : om. Γ ἀτίμα ] ἄτιζε vel ἀτίμου Elmsley : ἀτίμει Radermacher νόμους ] γένος rec αὑτοῦ : αὐτοῦ L rec ἐμίσει ] ἐμίσουν rec ἠπίστασο : ἐπίστασο rec κοὐκ ] οὐκ rec κακῶς Ls Α rec : καλῶς L ἔρχεται τινί (sic) L Α rec σὺ δʼ L2γρ Α rec : ἀλλʼ L rec (ex dittographia ut videtur ortum) εἶδον L (in litura) ναύτας L A rec : ναύταις rec φθέγμʼ ἂν ] φθέγμʼ ὂν G. Wolff ἂν ηὗρες ] ἐνηῦρες Hartung κρυφεὶς ] κρυφθεὶς et κρυβεὶς rec ναυτίλων : ναυτίλῳ Aac rec ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας. κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ ὀργήν θʼ ὁμοῖος εἶπε τοιοῦτον λόγον, ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς· εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος. τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών. ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ, οὐδείς ποτʼ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην; Μενέλαος ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα. Τεῦκρος ἄφερπέ νυν. κἀμοὶ γὰρ αἴσχιστον κλύειν ἀνδρὸς ματαίου φλαῦρʼ ἔπη μυθουμένου. Χορός ἔσται μεγάλης ἔριδός τις ἀγών. ἀλλʼ ὡς δύνασαι, Τεῦκρε, ταχύνας σπεῦσον κοίλην κάπετόν τινʼ ἰδεῖν τῷδʼ, ἔνθα βροτοῖς τὸν ἀείμνηστον τάφον εὐρώεντα καθέξει. Τεῦκρος καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή, τάφον περιστελοῦντε δυστήνου νεκροῦ. ὦ παῖ, πρόσελθε δεῦρο, καὶ σταθεὶς πέλας ἱκέτης ἔφαψαι πατρός, ὅς σʼ ἐγείνατο. θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ