μέγʼ ἄν τι κομπάσειας, ἀσπίδʼ εἰ λάβοις. τόνδʼ L (ό ex ὸ facto) : τὸν ceteri ut videtur omnes λεὼν ] λεῶν A rec : λαῶν L ἡγεῖτʼ L (τ in litura : fort. σθ fuerat) Α rec : ἤγαγʼ Pal : ἦγεν Porson : ἤγετʼ Elmsley καὶ τῷδε σέ : εἰ καὶ τοῦδέ σοι Σγρ del Radermacher οὕνεκʼ : εἵνεκʼ rec οὕνεχʼ : εἵνεχʼ rec ἐνώμοτος Lb Α rec : ἐπώμοτος Lac rec ἕως Aug bs : gl. ἀντὶ τοῦ ἕως Aug C : ὠς L Α rec choro tribuit Σ : 1118 Menelao 1119 Teucro dant L rec : Menelao utrumque Α rec σμικρὸν Lac Γ : σμικρὰ Lc Α rec schol. Α. Ach. 710, Eustath. 851, 60 Τεῦκρος κἂν ψιλὸς ἀρκέσαιμι σοί γʼ ὡπλισμένῳ. Μενέλαος ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει. Τεῦκρος ξὺν τῷ δικαίῳ γὰρ μέγʼ ἔξεστιν φρονεῖν. Μενέλαος δίκαια γὰρ τόνδʼ εὐτυχεῖν κτείναντά με; Τεῦκρος κτείναντα; δεινόν γʼ εἶπας, εἰ καὶ ζῇς θανών. Μενέλαος θεὸς γὰρ ἐκσῴζει με, τῷδε δʼ οἴχομαι. Τεῦκρος μή νυν ἀτίμα θεούς, θεοῖς σεσωμένος. Μενέλαος ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους; Τεῦκρος εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών. Μενέλαος τούς γʼ αὐτὸς αὑτοῦ πολεμίους· οὐ γὰρ καλόν. Τεῦκρος ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ; Μενέλαος μισοῦντʼ ἐμίσει· καὶ σὺ τοῦτʼ ἠπίστασο. Τεῦκρος κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης. Μενέλαος ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδʼ ἐσφάλη. Τεῦκρος πόλλʼ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά. Μενέλαος τοῦτʼ εἰς ἀνίαν τοὔπος ἔρχεται τινί. Τεῦκρος οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν. Μενέλαος ἕν σοι φράσω· τόνδʼ ἐστὶν οὐχὶ θαπτέον. Τεῦκρος σὺ δʼ ἀντακούσῃ τοῦτον ὡς τεθάψεται. Μενέλαος ἤδη ποτʼ εἶδον ἄνδρʼ ἐγὼ γλώσσῃ θρασὺν ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν, ᾧ φθέγμʼ ἂν οὐκ ἂν ηὗρες, ἡνίκʼ ἐν κακῷ χειμῶνος εἴχετʼ, ἀλλʼ ὑφʼ εἵματος κρυφεὶς πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων. οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα σμικροῦ νέφους τάχʼ ἄν τις ἐκπνεύσας μέγας χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν. Τεῦκρος ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων, γʼ Α rec : τʼ L rec : om. Γ ἀτίμα ] ἄτιζε vel ἀτίμου Elmsley : ἀτίμει Radermacher νόμους ] γένος rec αὑτοῦ : αὐτοῦ L rec ἐμίσει ] ἐμίσουν rec ἠπίστασο : ἐπίστασο rec κοὐκ ] οὐκ rec κακῶς Ls Α rec : καλῶς L ἔρχεται τινί (sic) L Α rec σὺ δʼ L2γρ Α rec : ἀλλʼ L rec (ex dittographia ut videtur ortum) εἶδον L (in litura) ναύτας L A rec : ναύταις rec φθέγμʼ ἂν ] φθέγμʼ ὂν G. Wolff ἂν ηὗρες ] ἐνηῦρες Hartung κρυφεὶς ] κρυφθεὶς et κρυβεὶς rec ναυτίλων : ναυτίλῳ Aac rec ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.