εἶτʼ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ. Τεῦκρος οὐκ ἄν ποτʼ, ἄνδρες, ἄνδρα θαυμάσαιμʼ ἔτι, ὃς μηδὲν ὢν γοναῖσιν εἶθʼ ἁμαρτάνει, ὅθʼ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι λόγων : λόγων τʼ L rec : λόγων γʼ Campbell ἀνδρὸς ] φωτὸς Postgate ἄνδρα ] ὄντα Reiske καθεστήκῃ Lc Aac rec : καθεστήκοι Ac rec : καθεστήκει rec et fort. Lac : καθεστήκει rec : παρεστήκει Stob. flor. 43.17 ἄρχοιτʼ ] ἔχοιτʼ Lac Stobaei plerique φέροιντʼ ἄν : ἄρχοιτό τις rec παρῇ L rec Stob. flor. 43.17 : πάρα L2 Α rec Stobaei B : παρῆν Stobaei S ποτὲ : ποτʼ ἂν Elmsley ἐξ οὐρίων : ἐξ οὐρίας Stob. οὐκ ] μὴ οὐκ rec αὗτις Stob. λυπώμεθα : λυποίμεθα Linwood προφωνῶ : προσφωνῶ Α rec εἶτʼ ] μήτʼ Stob. flor. 125.13 τοιαῦθʼ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη. ἄγʼ, εἴπʼ ἀπʼ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν τόνδʼ ἄνδρʼ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών; οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν; ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεὼν ἔξεστʼ ἀνάσσειν ὧν ὅδʼ ἡγεῖτʼ οἴκοθεν; Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν· οὐδʼ ἔσθʼ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ. ὕπαρχος ἄλλων δεῦρʼ ἔπλευσας, οὐχ ὅλων στρατηγός, ὥστʼ Αἴαντος ἡγεῖσθαί ποτε. ἀλλʼ ὧνπερ ἄρχεις ἄρχε, καὶ τὰ σέμνʼ ἔπη κόλαζʼ ἐκείνους· τόνδε δʼ, εἴτε μὴ σὺ φὴς εἴθʼ ἅτερος στρατηγός, ἐς ταφὰς ἐγὼ θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα. οὐ γάρ τι τῆς σῆς οὕνεκʼ ἐστρατεύσατο γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ, ἀλλʼ οὕνεχʼ ὅρκων οἷσιν ἦν ἐνώμοτος, σοῦ δʼ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας. πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν καὶ τὸν στρατηγὸν ἧκε· τοῦ δὲ σοῦ ψόφου οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ. Χορός οὐδʼ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ· τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικʼ ᾖ, δάκνει. Μενέλαος ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν. Τεῦκρος οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.