ὧν οὕνεκʼ αὐτὸν οὔτις ἔστʼ ἀνὴρ σθένων τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ, ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος ὄρνισι φορβὴ παραλίοις γενήσεται. πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος. εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν, πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς, προσλεύσσεις A rec : προσλεύσει (ex προσπλεύσει factum) L : προσλεύσσει L2s ἀνήλωσας : ἀνάλωσας rec δοκοῦντʼ : δοκοῦντά θʼ rec προθείς : προσθείς Α rec ἄγειν L Α rec : ἄξειν La rec ζητοῦντες ] ξυνόντες Reiske : ζητοῦντʼ ἔτʼ Eldick ἕλοι δορί· : ἐλοιδόρει T Σγρ θανόντες ] λαχόντες Helvetius : φθάνοντες Seyffert : malim παθόντες ἂν Ls (scripsit Σ ) αἰσχίστῳ L Α rec ἐχθίστῳ T : ἀθλίῳ rec τοσοῦτον Αγρ rec : τοιοῦτον L Α rec ἐξάρῃς : ἐξάιρης L post 1070 transposuit Morstadt χερσὶν παρευθύνοντες. οὐ γὰρ ἔσθʼ ὅπου λόγων ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν. καίτοι κακοῦ πρὸς ἀνδρὸς ἄνδρα δημότην μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν. οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος, οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι, μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων. ἀλλʼ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα, δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ. δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θʼ ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδʼ ἐπίστασο· ὅπου δʼ ὑβρίζειν δρᾶν θʼ ἃ βούλεται παρῇ, ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ ἐξ οὐρίων δραμοῦσαν ἐς βυθὸν πεσεῖν. ἀλλʼ ἑστάτω μοι καὶ δέος τι καίριον, καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα οὐκ ἀντιτείσειν αὖθις ἃν λυπώμεθα. ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν αἴθων ὑβριστής, νῦν δʼ ἐγὼ μέγʼ αὖ φρονῶ. καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως μὴ τόνδε θάπτων αὐτὸς ἐς ταφὰς πέσῃς. Χορός Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς