οὗτος δʼ ἐκείνου τήνδε δωρειὰν ἔχων πρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι. ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσε ξίφος κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος; ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶ φάσκοιμʼ ἂν ἀνθρώποισι μηχανᾶν θεούς· ὅτῳ δὲ μὴ τάδʼ ἐστὶν ἐν γνώμῃ φίλα, κεῖνός τʼ ἐκεῖνα στεργέτω κἀγὼ τάδε. Χορός μὴ τεῖνε μακράν, ἀλλʼ ὅπως κρύψεις τάφῳ φράζου τὸν ἄνδρα, χὥ τι μυθήσῃ τάχα. βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχʼ ἂν κακοῖς ἀπορριφθήσομαι Lac rec Suid. v. ἀπωστός : ἀπορριφήσομαι Lc Α rec Suidae codd. B E παῦρα : παῦροι rec Suid. v. πολλοί ὠφελήσιμα Johnson : ὠφελήσιμοι L Α rec Suid. ταῦτα πάντα : ταῦθʼ ἅπαντα Pal Eustath. 999, 61 σʼ om. L rec ἐξέπνευσας L Α rec Suidae v. κνώδοντος cod Α : ἐξέπραξας Suidae ceteri ἀποφθίσαι ex Suid. corr. Hermann : ἀποφθίσειν codd. τὴν om. rec Suidae τύχη codd. nonnulli τοῦδʼ ] τοῦτʼ Lac rec Suidae v. ἄντυγες et Suidae v. τύχη codd nonulli ἐκνάπτετʼ Lac rec Suidae v. ἄντυγες, Suidae v. πρισθείς, Suidae v. τύχη plurimi : ἐγνάπτετʼ L2 Α rec ἔστʼ ] εἶτʼ Suidae nonnulli αἰέν ἔστʼ ἀπέψυξεν βίου : αἰῶνʼ εὖτʼ ἀπέψυξεν βίου Hermann δωρειὰν corr. Wecklein : δωρεὰν codd. οὖν L rec Suid. v. μηχανορράφος : ἂν A rec πάντʼ ἀεὶ ] πάνθʼ ὁμοῦ rec κεῖνός τʼ ἐκεῖνα L Α rec Suidae v. ὅτῳ optimi : κεῖνος τὰ κείνου ex recentioribus (τʼ ἐκείνου Pai, τἀκείνου Δ ) Monk κρύψεις : κρύψῃς Lac rec γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτʼ ἀνήρ. Τεῦκρος τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα προσλεύσσεις στρατοῦ; Χορός Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν. Τεῦκρος ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής. Μενέλαος οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν μὴ συγκομίζειν, ἀλλʼ ἐᾶν ὅπως ἔχει. Τεῦκρος τίνος χάριν τοσόνδʼ ἀνήλωσας λόγον; Μενέλαος δοκοῦντʼ ἐμοί, δοκοῦντα δʼ ὃς κραίνει στρατοῦ. Τεῦκρος οὔκουν ἂν εἴποις ἥντινʼ αἰτίαν προθείς; Μενέλαος ὁθούνεκʼ αὐτὸν ἐλπίσαντες οἴκοθεν ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον, ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν· ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δορί· κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν, ἡμεῖς μὲν ἂν τήνδʼ ἣν ὅδʼ εἴληχεν τύχην θανόντες ἂν προυκείμεθʼ αἰσχίστῳ μόρῳ, οὗτος δʼ ἂν ἔζη. νῦν δʼ ἐνήλλαξεν θεὸς τὴν τοῦδʼ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.