οἴμοι. ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν. δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς, ὅσας ἀνίας μοι κατασπείρας φθίνεις. ποῖ γὰρ μολεῖν μοι δυνατόν, ἐς ποίους βροτούς, τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ; ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα, δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσως χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα μηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν. οὗτος τί κρύψει; ποῖον οὐκ ἐρεῖ κακόν, τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον, τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ σέ, φίλτατʼ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ κράτη θανόντος καὶ δόμους νέμοιμι σούς. τοιαῦτʼ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος. πασῶν L2 Α rec : ἀπασῶν Lab rec GRC had to rewrite 994 πασῶν ἀνιάσασα δὴ : ὁδόν τʼ ἀνιάσασα δὴ πασῶν ὁ δὴ rec : ὁδῶν θʼ ἀπασῶν· ὁδὸς ἀνιάσασα δὴ Brunck ἣν δὴ νῦν ] ἣν νῦν δὴ Δ : ἥδʼ ἣν νῦν J. Jackson δύστηνος L rec : δείλαιος rec μὲν ὢν : μένων Lac rec : μολὼν M μολεῖν μοι : μολεῖν με Suid. v. ποῖ ἐς ] ἢ εἰς rec με add. Kuester θʼ ἅμα Lc Α rec : τʼ ἴσως Lac rec Suid. τʼ ἴσως L Α rec Suid. : θʼ ἅμα rec γρ : τʼ ἰδὼν Hermann ἥδιον A rec L2γρ : ἵλεων L rec : ἴδιον rec Αἴας : Αἶαν Suid. v. κακανδρία νέμοιμι ] ἔχοιμι Lb τέλος δʼ ἀπωστὸς γῆς ἀπορριφθήσομαι, δοῦλος λόγοισιν ἀντʼ ἐλευθέρου φανείς. τοιαῦτα μὲν κατʼ οἶκον· ἐν Τροίᾳ δέ μοι πολλοὶ μὲν ἐχθροί, παῦρα δʼ ὠφελήσιμα. καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην. οἴμοι, τί δράσω; πῶς σʼ ἀποσπάσω πικροῦ τοῦδʼ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφʼ οὗ φονέως ἄρʼ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ ἔμελλέ σʼ Ἕκτωρ καὶ θανὼν ἀποφθίσαι; σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν. Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων ἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον·