κἀπειτ , ἐπειδὴ τοῦδ' ἐλώφησεν πόνου, τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν ποίμνας τε πάσας εἰς δόμους κομίζεται, ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων. καὶ νῦν κατ' οἴκους ζυνδέτους αἰκίζεται. δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς. θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου τὸν ἄνδρ'· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους αὐγὰς ἀπείρξω, σὴν πρόςοψιν εἰςιδεῖν. οὗτος, σὲ, τὸν τὰς αἰχμαλωτίδας χέρας δεσμοῖς ἀπευθύνοντα, προςμολεἷν καλῶ. Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος, ΟΔΥΣΣΕΥΣ Τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ' ἔξω κάλει. ΑΘΗΝΑ Οὐ σῖγ' ἀνέξει, μηδὲ δειλίαν ἀρεῖς; ΟΔΥΣΣΕΥΣ μὴ πρὸς θεῶν· ἀλλ' ἔνδον ἀρκείτω μένων. ΑΘΗΝΑ Τί μὴ γένηται; πρόςθεν οὐκ ἀνὴρ ὅδ' ἦν; ΟΔΥΣΣΕΥΣ ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι. ΑΘΗΝΑ Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾷν; ΟΔΥΣΣΕΥΣ ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ὲν δόμοις μένειν. ΑΘΗΝΑ Μεμῃνότ' ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν; ΟΔΥΣΣΕΥΣ Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. ΑΘΗΝΑ Ἀλλ' οὐδὲ νῦν σε μὴ παρόντ' ἴδῃ πέλας. ΟΔΥΣΣΕΥΣ Πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ; ΑΘΗΝΑ ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα. ΟΔΥΣΣΕΥΣ Γένοιτο μέντ' ἂν πᾶν, θεοῦ τεχνωμένου. ΑΘΗΝΑ Σίγα νυν ἑστὼς καὶ μέν' ὡς κυρεῖς ἔχων. ΟΔΥΣΣΕΥΣ Μένοιμ' ἄν· ἤθελον δ' ἂν ἐκτὸς ὢν τυχεῖν. ΑΘΗΝΑ ὦ οὗτος, Αἴας, δεύτερόν σε προςκαλῶ. τί βαιὸν οὕτως ἐντρέπει τῆς ξυμμάχου;