Ἰώ μοί μοι. ΧΟΡΟΣ ἀνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών. ΑΙΑΣ Ἰὼ παῖ, παῖ. ΤΕΚΜΗΣΣΑ Ὤ μοι τάλαιν’, Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ. τί ποτε μενοινᾷ; ποῦ ποτ’ εἶ; τάλαιν’ ἐγώ. ΑΙΑΣ Τεῦκρον καλῶ, ποῦ Τεῦκρος; ἦ τὸν εἰςαεὶ λεηλατήσει χρόνον; ἐγὼ δ’ ἀπόλλυμαι. ΧΟΡΟΣ ἀνὴρ φρονεῖν ἔοικεν· ἀλλ’ ἀνοίγετε. τάχ’ ἄν τιν’ αἰδῶ κἀπ’ ἐμοὶ βλέψας λάβοι. ΤΕΚΜΗΣΣΑ Ἴδου, διοίγω· προςβλἐπειν δ’ ἔξεστί σοι τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ. Ἀνοίγεται ἡ σκηνή. ΑΙΑΣ Ἰὼ φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων μόνοι τ’ ἐμμένοντες ὀρθῷ νόμῳ, ἴδεσθέ μ’ οἶον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης ἀμφίδρομον κυκλεῖται. ΧΟΡΟΣ οἴ μ’, ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν. δηλοῖ δὲ τοὖργον, ὡς ἀφροντίστως ἔχει. ΑΙΑΣ ἰὼ γένος ναίας ἀρωγὸν τέχνας, ἅλιον ὅς ἐπέβας ἐλίσσων πλάταν, σέ τοι, σέ τοι μόνον δέδορκα ποιμένων ὲπαρκέσοντ’. ἀλλά με συνδάϊξον. ΧΟΡΟΣ εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. ΑΙΑΣ ὁρᾷς τὸν θρασὺν, τὸν εὐκάρδιον, τὸν ὲν δαΐοις ἄτρεστον μάχαις, ὲν ἀφόβοις με θηρσὶ δεινὸν χέρας; οἴ μοι γέλωτος, οἶον ὑβρίσθην ἄρα.