φράζει τε κἀδήλωσεν· εὐθέως δ’ ἐγὼ κατ’ ἴχνος ᾄσσω· καὶ τὰ μὲν σημαίνομαι, τὰ ὸ’ ἐκπέπληγμαι, κοὐκ ἔχω μαθεῖν ὅτου· καιρὸν δ’ ἐφήκεις· πάντα γὰρ, τά τ’ οὖν πάρος, τά τ’ εὶσἐπειτα, σῇ κυβερνῶμαι χερί. ΑΘΗΝΑ ἐγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυνηγίᾳ. ΟΔΥΣΣΕΥΣ ἦ καὶ, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ; ΑΘΗΝΑ Ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι. ΟΔΥΣΣΕΥΣ Καὶ πρὸς τί δυςλόγιστον ὧδ’ ᾖξεν χέρα; ΑΘΗΝΑ Χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων. ΟΔΥΣΣΕΥΣ Τί δῆτα ποίμναις τήνδ’ ἐπεμπίπτει βάσιν; ΑΘΗΝΑ Δοκῶν ὲν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ. ΟΔΥΣΣΕΥΣ ἦ καὶ τὸ βούλευμ’ ὡς ἐπ’ Ἀργείοις τόδ’ ἦν; ΑΘΗΝΑ Κὰν ὲξἐπραξεν, εἰ κατημέλησ’ ἐγώ. ΟΔΥΣΣΕΥΣ Ποίαισι τόλμαις ταῖςδε καὶ φρενῶν θράσει; ΑΘΗΝΑ Νύκτωρ ὲφ’ ὑμάς δόλιος ὁρμᾶται μόνος. ΟΔΥΣΣΕΥΣ Ἡ καὶ παρέστη κἀπὶ τἐρμ’ ἀφίκετο; ΑΘΗΝΑ Καὶ δὴ ’πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις. ΟΔΥΣΣΕΥΣ Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου; ΑΘΗΝΑ Ἐγώ σφ’ ἀπείργω δυςφόρους ἐπ’ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαράς, καὶ πρός τε ποίμνας ὲκτρέπω σύμμικτά τε λείας, ἄδαστα βουκόλων φρουρήματα· ἔνθ’ εkπεσὼν ἔκειρε πολύκερων φόνον, κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ’ ὅτε δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων, ὅτ’ ἄλλοτ’ ἄλλον, ἐμπίτνων, στρατηλατῶν. ἐγὼ δὲ φοιτῶντ’ ἄνδρα μανιάσιν νόσοις ὤτρυνον, εἰςέβαλλον εἰς ἕρκη κακά.