παῖ τοῦ Φρυγίου Τελεύταντος, λέγ’, ἐπεὶ σὲ, λέχος δουριάλωτον, στέρξας ἀνέχει θούριος Αἴας, ὥστ’ οὐκ ἂν ἄιδρις ὑπείποις. ΤΕΚΜΗΣΣΑ Πῶς δῆτα λέγω λόγον ἄῤῥητον; θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσει. μανίᾳ γὰρ ἁλοὺς ἧμιν ὁ κλεινὸς νύκτερος Αἴας ἀπελωβήθη. τοιαῦτ’ ἂν ἴδοις σκηνῆς ἔνδον χειροδάικτα σφάγι’ αίμοβαφῆ, κείνου χρηστήρια τἀνδρός. ΧΟΡΟΣ Οἵαν ἐδήλωσας ἀνδρὸς αἴθοπος ἀγγελίαν, ἄτλατον οὐδὲ φευκτὰν, τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, τὰν ὁ μέγας μῦθος ἀέξει. Οἴ μοι, φοβοῦμαι τὸ προςἐρπον· περίφαντος ἀνὴρ θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμους. ΤΕΚΜΗΣΣΑ ὦ μοι, κεῖθεν, κεῖθεν ἄρ’ ἡμῖν δεσμῶτιν ἄγων ἤλυθε ποίμναν· ὧν τὴν μὲν ἔσω σφάζ’ ἐπὶ γαίας, τὰ δέ πλευροκοπῶν διχ’ ἀνερρήγνυ. δύο δ’ ἀργίποδας κριοὺς ἀνελὼν τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν ῥιπτεῖ θερίσας, τὸν δ’ ὀρθὸν ἄνω κίονι δήσας μέγαν ίπποδέτην ῥυτῆρα λαβὼν παίει λιγυρᾷ μάστιγι διπλῆ,