ἐγὼ μὲν οὐδέν’ οἶδ’· ἐποικτείρω δέ νιν δύστηνον ἔμπας, καίπερ ὄντα δυςμενὴ, ὁθούνεκ’ ἄτῃ ξυγκατέζευκται κακῇ, οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν. ὁρῶ γὰρ ἡμάς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλ’, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν. ΑΘΗΝΑ Τοιαῦτα τοίνυν εἰσορῶν, ὑπέρκοπον μηδέν ποτ’ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μηδ’ ὄγκον ἄρῃς μηδέν’, εἴ τινος πλέον ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς. ΠΑΡΟΛΟΣ ΧΟΡΟΥ Τελαμώνιε πaῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, σὲ μὲν εὖ πράσσοντ’ ἐπιχαίρω· σὲ δ’ ὅταν πληγὴ Δῖός ἢ ζαμενὴς λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ, μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι πτηνῆς ὡς ὄμμα πελείας. Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς ιιεγάλοι θόρυβοι κατέχουσ’ ἡμᾶς ἔπι δυςκλείᾳ, σὲ τὸν ἱππομανῆ λειμῶν’ ὲπιβάντ’ ὀλέσαι Δαναῶν βοτὰ καὶ λείαν, ἥπερ δορίληπτος ἔτ’ ἦν λοιπὴ, κτείνοντ’ αἴθωνι σιδήρῳ. Τοιούςδε λόγους ψιθύρους πράσσων εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεὺς, καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν