Ἀεὶ μὲν, ὦ παῖ Λαρτίου, δἐδορκά σε πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι θηρώμενον. καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει, πάλαι κυνηγετοῦντα καὶ μετρούμενον ἴχνη τὰ κείνου νεοχάραχθ’, ὅπως ἴδῃς εἴτ’ ἔνδον, εἴτ’ οὐκ ἔνδον· εὑ δέ σ’ ἐκφέρει κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις. ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει κάρα στάζων ἱδρῶτι καὶ χέρας ζιφοκτόνους, καί σ’ οὐδὲν εἴσω τἧςδε παπταίνειν πύλης ἔτ’ ἔργον ἐστὶν, ἐννέπειν δ’ ὅτου χάριν σπουδὴν ἔθου τήνδ’, ὡς παρ’ εἰδυίας μάθης. ΟΔΥΣΣΕΥΣ ὦ φθέγμ’ Ἀθανᾶς, φιλτάτης ἐμοὶ θεῶν, ὡς εὔμαθές σου, κἂν ἄποπτος ᾖς, ὅμως φώνημ’ ἀκούω καὶ ξυναρπάζω φρενὶ, χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς. καὶ νῦν ἐπέγνως εὖ μ’ ἐπ’ ἀνδρὶ δυςμενῖ βάσιν κυκλοῦντ’, Αἴαντι τῷ σακεσφόρῳ. κεῖνον γὰρ, οὐδἐν’ ἄλλον, ἰχνεύω πάλαι. νυκτὸς γὰρ ἡμᾶς τἧςδε πρᾶγος ἄσκοπον ἔχει περάνας, εἴπερ εἴργασται τάδε. ἴσμεν γὰρ οὐδὲν τρανὲς ἀλλ’ ἀλώμεθα. κἀγὼ ’θελοντὴς τῷδ’ ὑπεζύγην πόνῳ. ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας· ἐκ χειρὸς, αὐτοῖς ποιμνίων ἐπιστάταις. τήνδ’ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέuει. καὶ μοί τις ὀπτὴρ αὐτὸν εὶςιδὼν μόνον πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει,