θεῶν παῖς. ἀλλὰ κἀπʼ ἐκείνᾳ Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ. Τειρεσίας Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. Κρέων τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον; Τειρεσίας ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ. Κρέων οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός. Τειρεσίας τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν. Κρέων ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. Τειρεσίας φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. Κρέων τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα. Τειρεσίας γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων. εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ. καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ μυδῶσα κηκὶς μηρίων ἐτήκετο κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς. τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα,