ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά· οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι κελαιναὶ νᾶες ἐκφύγοιεν. Χορός ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος, Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ. οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις. παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ, φιλαύλους τʼ ἠρέθιζε Μούσας. Χορός παρὰ δὲ Κυανεᾶν πελάγει διδύμας ἁλὸς ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης δισσοῖσι Φινεΐδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις ἀραχθέντων, ὑφʼ αἱματηραῖς χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν. Χορός κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν· ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων ἄντασʼ Ἐρεχθεϊδᾶν, τηλεπόροις δʼ ἐν ἄντροις τράφη θυέλλαισιν ἐν πατρῴαις Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου