λεύσσετε, Θήβης οἱ κοιρανίδαι τὴν βασιλειδᾶν μούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα. Χορός ἔτλα καὶ Δανάας οὐράνιον φῶς ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη· καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ, καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους. ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά· οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι κελαιναὶ νᾶες ἐκφύγοιεν. Χορός ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος, Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ. οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις. παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ, φιλαύλους τʼ ἠρέθιζε Μούσας. Χορός παρὰ δὲ Κυανεᾶν πελάγει διδύμας ἁλὸς ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης δισσοῖσι Φινεΐδαις εἶδεν ἀρατὸν ἕλκος τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις ἀραχθέντων, ὑφʼ αἱματηραῖς χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν. Χορός κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν