τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην. ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά, παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες· εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ. Χορός ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ ψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν. Κρέων τοιγὰρ τούτων τοῖσιν ἄγουσιν κλαύμαθʼ ὑπάρξει βραδυτῆτος ὕπερ. Ἀντιγόνη οἴμοι, θανάτου τοῦτʼ ἐγγυτάτω τοὔπος ἀφῖκται. Χορός θαρσεῖν οὐδὲν παραμυθοῦμαι μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. Ἀντιγόνη ὦ γῆς Θήβης ἄστυ πατρῷον καὶ θεοὶ προγενεῖς, ἄγομαι δὴ κοὐκέτι μέλλω. λεύσσετε, Θήβης οἱ κοιρανίδαι τὴν βασιλειδᾶν μούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα. Χορός ἔτλα καὶ Δανάας οὐράνιον φῶς ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη· καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ, καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.