οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. Ἰσμήνη ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. Ἀντιγόνη εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ. ἀλλʼ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. Ἰσμήνη ἀλλʼ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δʼ ἴσθʼ ὅτι ἄνους μὲν ἔρχει, τοῖς φίλοις δʼ ὀρθῶς φίλη. Χορός ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν Θήβᾳ τῶν προτέρων φάος, ἐφάνθης ποτʼ, ὦ χρυσέας ἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ· Χορός ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων ὀξέα κλάζων ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα, λευκῆς χιόνος πτέρυγι στεγανός, πολλῶν μεθʼ ὅπλων ξύν θʼ ἱπποκόμοις κορύθεσσιν. Χορός στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ λόγχαις ἑπτάπυλον στόμα ἔβα, πρίν ποθʼ ἁμετέρων αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων πευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθη πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος. Χορός Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους