<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="895">ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ</l><l n="896">κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.</l><l n="897">ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω</l><l n="898">φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,</l><l n="899">μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·</l><l n="900">ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ</l><l n="901">ἔλουσα κἀκόσμησα κἀπιτυμβίους</l><l n="902">χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν</l><l n="903">δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι.</l><l n="904">καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ.</l><l n="905">οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,</l><l n="906">οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,</l><l n="907">βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον.</l><l n="908">τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;</l><l n="909">πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,</l><l n="910">καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον,</l><l n="911">μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν</l><l n="912">οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.</l><l n="913">τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ</l><l n="914">νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν</l><l n="915">καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.</l><l n="916">καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν</l><l n="917">ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου</l><l n="918">μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,</l><l n="919">ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος</l><l n="920">ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς.</l><l n="921">ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;</l></sp></div></div></body></text></TEI>