θέμις ὁρᾶν ταλαίνᾳ. τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον οὐδεὶς φίλων στενάζει. Κρέων ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν ὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν; οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ, ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ· ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην· μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται. Ἀντιγόνη ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς οἴκησις ἀείφρουρος, οἷ πορεύομαι πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων· ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου. ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα· ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ ἔλουσα κἀκόσμησα κἀπιτυμβίους χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι. καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ. οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον. τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω; πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,