ζῶσαν καὶ ἔπειτα θανοῦσαν. Ἀντιγόνη οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων. οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον; ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες· ἰὼ Διρκαῖαι κρῆναι Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι, οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου· ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν. Χορός προβᾶσʼ ἐπʼ ἔσχατον θράσους ὑψηλὸν ἐς Δίκας βάθρον προσέπεσες, ὦ τέκνον, πολύ· πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον. Ἀντιγόνη ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας, πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. ἰὼ ματρῷαι λέκτρων ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός, οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν· πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι. ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας, θανὼν ἔτʼ οὖσαν κατήναρές με. Χορός σέβειν μὲν εὐσέβειά τις, κράτος δʼ ὅτῳ κράτος μέλει παραβατὸν οὐδαμᾷ πέλει· σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά. Ἀντιγόνη ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε λαμπάδος ἱερὸν ὄμμα