Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν, ὡς φάτις ἀνδρῶν, χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει. Χορός ἀλλὰ θεός τοι καὶ θεογεννής, ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. καίτοι φθιμένῃ μέγα κἀκοῦσαι τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν. ζῶσαν καὶ ἔπειτα θανοῦσαν. Ἀντιγόνη οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων. οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον; ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες· ἰὼ Διρκαῖαι κρῆναι Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι, οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου· ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν. Χορός προβᾶσʼ ἐπʼ ἔσχατον θράσους ὑψηλὸν ἐς Δίκας βάθρον προσέπεσες, ὦ τέκνον, πολύ· πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον. Ἀντιγόνη ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας, πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. ἰὼ ματρῷαι λέκτρων