νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα. Χορός νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ οὐκέτι πηγὰς δύναμαι δακρύων, τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον τήνδʼ Ἀντιγόνην ἀνύτουσαν. Ἀντιγόνη ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου, κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει τὰν Ἀχέροντος ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω. Χορός οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων, οὔτε φθινάσιν πληγεῖσα νόσοις οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ, ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ θνητῶν Ἅιδην καταβήσει. Ἀντιγόνη ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν, ὡς φάτις ἀνδρῶν, χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει. Χορός ἀλλὰ θεός τοι καὶ θεογεννής, ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. καίτοι φθιμένῃ μέγα κἀκοῦσαι τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.