ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις, φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς· καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν. Χορός σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ, σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας· νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα. Χορός νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ οὐκέτι πηγὰς δύναμαι δακρύων, τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον τήνδʼ Ἀντιγόνην ἀνύτουσαν. Ἀντιγόνη ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου, κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει τὰν Ἀχέροντος ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω. Χορός οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων, οὔτε φθινάσιν πληγεῖσα νόσοις οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ, ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ θνητῶν Ἅιδην καταβήσει. Ἀντιγόνη ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν