ἄληθες; ἀλλʼ οὐ τόνδʼ Ὄλυμπον, ἴσθʼ ὅτι, χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ. ἄγαγε τὸ μῖσος ὡς κατʼ ὄμματʼ αὐτίκα παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ. Αἵμων οὐ δῆτʼ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ, οὔθʼ ἥδʼ ὀλεῖται πλησία, σύ τʼ οὐδαμὰ τοὐμὸν προσόψει κρᾶτʼ ἐν ὀφθαλμοῖς ὁρῶν, ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών. Χορός ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς· νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς. Κρέων δράτω· φρονείτω μεῖζον ἢ κατʼ ἄνδρʼ ἰών· τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου. Χορός ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς; Κρέων οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις. Χορός μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν; Κρέων ἄγων ἔρημος ἔνθʼ ἂν ᾖ βροτῶν στίβος κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι, φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς, ὅπως μίασμα πᾶσʼ ὑπεκφύγῃ πόλις. κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν, αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν, ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτι πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν. Χορός Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις, ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις, φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς· καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν. Χορός σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ, σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας·