μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος, οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν. Κρέων ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν; Αἵμων οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς. Κρέων οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ; Αἵμων οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς. Κρέων πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ; Αἵμων ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος; Κρέων ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός; Αἵμων πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός. Κρέων οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; Αἵμων καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος. Κρέων ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. Αἵμων εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι. Κρέων ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί; Αἵμων οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ. Κρέων ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων; Αἵμων οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν. Κρέων ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον. Αἵμων οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. Κρέων ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. Αἵμων καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων. Κρέων ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς. Αἵμων ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα. Κρέων ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς; Αἵμων τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν; Κρέων κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. Αἵμων εἰ μὴ πατὴρ ἦσθʼ, εἶπον ἄν σʼ οὐκ εὖ φρονεῖν. Κρέων γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με. Αἵμων βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;