μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος, οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν. Κρέων ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν; Αἵμων οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς. Κρέων οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ; Αἵμων οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς. Κρέων πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ; Αἵμων ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος; Κρέων ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός; Αἵμων πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός. Κρέων οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; Αἵμων καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος. Κρέων ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. Αἵμων εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι. Κρέων ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί; Αἵμων οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ. Κρέων ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων; Αἵμων οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν. Κρέων ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον. Αἵμων οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. Κρέων ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. Αἵμων καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων. Κρέων ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς. Αἵμων ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα. Κρέων ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς; Αἵμων τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν; Κρέων κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.