εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος. οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν; τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις. ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον, τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί; μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν. ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ, ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί. ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται. αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται. ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου. γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων· εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν, καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν. Χορός ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει, μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ. Κρέων οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;