οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία. οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις, κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα. κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν, κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν. Χορός ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα, λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι. Αἵμων πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας, πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον. ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε, οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν. γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον. σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει. τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων· ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε, τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις, πασῶν γυναικῶν ὡς ἀναξιωτάτη κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει. ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος. οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν; τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις.