φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί. ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεται ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ, οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία. καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν, δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον μένειν δίκαιον κἀγαθὸν παραστάτην. ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν. αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους