μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου. Κρέων οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι. τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί. ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα, τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί. ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεται ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ, οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.