πολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων· εἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται. τὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸν τῷδʼ ἔμμεν ὅτῳ φρένας θεὸς ἄγει πρὸς ἄταν· Χορός πράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας. Χορός ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν νέατον γέννημʼ· ἆρʼ ἀχνύμενος τάλιδος ἥκει μόρον Ἀντιγόνης, ἀπάτης λεχέων ὑπεραλγῶν; Κρέων τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον. ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει; ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι; Αἵμων πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι. ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου. Κρέων οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι. τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί. ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα, τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους