ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα. ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων, καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα. ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. Ἀντιγόνη οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα. ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼ θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνος ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε. Ἰσμήνη ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. Ἀντιγόνη σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. Ἰσμήνη οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. Ἀντιγόνη μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον. Ἰσμήνη ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ. Ἀντιγόνη οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει σιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. Ἰσμήνη θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. Ἀντιγόνη ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή. Ἰσμήνη εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς.