ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ. Ἰσμήνη τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ; Ἀντιγόνη σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν. Ἰσμήνη οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; Ἀντιγόνη σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. Ἰσμήνη ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις. Ἀντιγόνη καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν. Ἰσμήνη καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία. Ἀντιγόνη θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. Κρέων τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ. Ἰσμήνη οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται. Κρέων σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά. Ἰσμήνη τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον; Κρέων ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι. Ἰσμήνη ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; Κρέων ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι. Ἰσμήνη οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα. Κρέων κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. Ἀντιγόνη ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ. Κρέων ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. Χορός ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; Κρέων Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. Χορός δεδογμένʼ, ὡς ἔοικε, τήνδε κατθανεῖν. Κρέων καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτʼ, ἀλλά νιν