τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων, φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι; Ἰσμήνη δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. Ἀντιγόνη ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην. Ἰσμήνη ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. Ἀντιγόνη ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες· λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. Ἰσμήνη μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐ θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι. Ἀντιγόνη μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ. Ἰσμήνη καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος; Ἀντιγόνη Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών. Ἰσμήνη τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη; Ἀντιγόνη ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ. Ἰσμήνη τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ; Ἀντιγόνη σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν. Ἰσμήνη οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; Ἀντιγόνη σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. Ἰσμήνη ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις. Ἀντιγόνη καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν. Ἰσμήνη καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία. Ἀντιγόνη θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. Κρέων τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ.