κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται. Κρέων σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. Ἀντιγόνη ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα. Κρέων σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; Ἀντιγόνη οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. Κρέων οὔκουν ὅμαιμος χὠ καταντίον θανών; Ἀντιγόνη ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. Κρέων πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; Ἀντιγόνη οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς. Κρέων εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. Ἀντιγόνη οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο. Κρέων πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ. Ἀντιγόνη ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ. Κρέων ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. Ἀντιγόνη τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε; Κρέων οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος. Ἀντιγόνη οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. Κρέων κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. Χορός καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη, φιλάδελφα κάτω δάκρυʼ εἰβομένη· νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν ῥέθος αἰσχύνει, τέγγουσʼ εὐῶπα παρειάν. Κρέων σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον